20 Μαρτίου, 2023

Ὕμνος Εἰς τὴν Υπεραγίαν Θεοτόκον Αγιου Νεκταριου Πενταπόλεως

 .


Τὸν ἄνθρακα τὸν νοητόν, ἁγνὴ Παρθενομῆτορ, 

ὃν Ἡσαΐας ἐλλαμφθεὶς τεθέαται τὸ πάλαι, 

τοῦτον, Θεοχαρίτωτε, Σὺ φέρεις ἐν ἀγκάλαις, 

βροτείαν περικείμενον φύσιν, ὡς Θεομήτωρ. 

------

Λέλυται μὲν ἡ κατάρα, πέπαυται δὲ λύπη πᾶσα, 

καὶ γὰρ ἡ Εὐλογημένη καὶ ἡ Κεχαριτωμένη 

ἐξανέτειλε τῷ κόσμῳ τὴν χαρὰν καὶ εὐλογίαν 

καὶ ζωὴν τὴν αἰωνίαν, τὸν Χριστὸν ἀνθηφοροῦσα. 

-------------------

Ἄχραντε Θεοκυῆτορ, τὸν ἐκ σοῦ σωματωθέντα 

καὶ τῶν κόλπων τῶν πατρῴων ὅλως, Κόρη, μὴ ἐκστάντα,

πρέσβευε Θεὸν ἀπαύστως, Πανυπερευλογημένη, 

σῶσαι ἐκ κινδύνων πάντας, Μῆτερ Κεχαριτωμένη.

--------------- 

Ἡ λυχνία ἡ τοῦ νόμου Σέ, Παρθένε, προετύπου, 

τὴν τὸ θεῖον φῶς ἐν κόλποις ὑπὲρ λόγον συλλαβοῦσαν, 

τὸ φωτίσαν πᾶσαν κτίσιν καὶ τὰ σύμπαντα πληρῶσαν

 καὶ λαμπρῶς ἐξανατεῖλαν τοῖς ἐν σκότει καθημένοις. 

(Θεοτοκάριον, σελ. 286)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου