19 Μαρτίου, 2018

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΥΘΥΜΙΟΥ ΖΗΛΩΝ



















ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Προοιμιακός, Μακάριος ανηρ, Κύριε εκέκραξα.
Στιχηρά.Ηχος α ́. Πανεύφημοι Μάρτυρες.
Πιστόν σε ηγήσατο Χριστός, ιερέ Ευθύμιε, διακονίαν αγίαν σοι, προαναθέμενος,και εις μαρτυρίαν την Αυτού εκάλεσεν, συ δε ως μιμητής του Κυρίου σου,σταυρόν εζήτησας , και εδόθη σοι ως μέγιστος , εν τη Πάφρα, ης ετάχθης άγγελος.(δις)

Των άθλων σου μάρτυρες πιστοί , η πατρίς σου άγιε η ση γενέτειρα θάλπουσα,τα σα οράματα , Λέσβος δε σε έγνω ιερέαν ένθεον αγώνων ιερών προθυμότατον και προιστάμενον , η δε Πάφρα ύστερον εδέξατο και εξόδου θύρα  σοι εγένετο.(δις)

Συνάθλους σοι έσχες ικανούς Σμύρνης τον Χρυσόστομον, Κυδωνιών τον Γρηγόριον ,πάτερ Ευθύμιε, και Μοσχονησίων ιερόν Αμβρόσιον , προς δε και  Ικονίου Προκόπιον, πλειάδα σύμψυχον , ομοδόξων, ομαιμόνων τε , μεθ΄ων ώφθης  ιερείον τέλειον.(δις)

Δοξα .Ηχος πλ.Β΄

Τον γενόμενον άρτι πιστόν άχρι θανάτου και λαβόντα θεόθεν τον στέφανον  ζωής της αφθίτου , Ευθύμιον, τον εκ της Λέσβου επίσκοπον Ζήλων, αξιοχρέως  οι πιστοί ευφημήσωμεν θερμώς βοώντες, Άγγελε της εν Πάφρα Εκκλησίας  φωτόλαμπρε , ο πάνυ δεινούς βασανισμούς και θάνατον πικρόν υπ ανόμων  αλλοπίστων γευσάμενος , στήριζε λιταίς σου ημών την πίστιν και σώσον εκ
 θανάτου αιωνίου τας ψυχάς ημών.

Και νυν.Θεοτοκιον .Τις μη μακαριση σε .

Παροιμιῶν τὸ Ἀνάγνωσμα.  (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος  ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν  ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων  πολυτελῶν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον
αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ  ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν, ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ  μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ  ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν  φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ  ἔννοιαν ἐγὼ ἀπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς.  Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε  τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ
πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ  λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ  ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα
εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ,  ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ  αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν;
Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ.
Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα  γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος  Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων.
Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ  μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν  χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ  Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9). 
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμένουσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. 

ΕΙς τον Στίχον. Στιχηρά Προσόμοια.
 Ηχος πλ.Α' Χαίροις Ασκητικών . 
Χαίροις το τηλαυγέστατον φώς, εθνομαρτύρων ιερόν ακροθίνιον, Ευθύμιε Ιεράρχα της Εκκλησίας Χριστού , της εν Πάφρα Πάτερ προιστάμενος. Προβάτων κατέμπροσθεν , πορευόμενος άγιε, συγκακουχείσθαι , τω λαώ σου προέκρινας, απειπάμενος την φυγήν ως καλός ποιμήν. Οθεν και το μαρτύριον ανδρείως υπέμεινας , και του στεφάνου της δόξης , κατηξιώθης πανεύφημε. Και νυν των αγίων, τω χορώ ηριθμιμένος , ημών μνημόνευε. 

Στιχος . Δίκαιος ως φοίνιξ ανθήσει και ωσεί κέδρος η εν τω Λιβάνω
πληθυνθήσεται.

Χαίροις , ιερομάρτυς στερρέ, οι των Παφραίων την αγέλην την έλλογον, πανσόφως διαποιμάνας , και πορφυρώσας ροαίς , Αμασείας χθόναν των αιμάτων  σου, εσχάτοις εν έτεσιν, υπομένων Ευθύμιε, υπέρ αμνών σου , ζοφερά κολαστήρια  , και επώδυνον γενναιότατε θάνατον. Μέμνησο των τιμώντων σε, ως νέον της  πίστεως , φανόν φωτίζοντα πάντας, ακτίσι κατορθωμάτων σου, και σής ευψυχίας ,
δι ης ώφθης ορθοδόξοις ,κανών προς μίμησιν.

Στιχος . Οι ιερείς Σου ,Κύριε, ενδύσονται δικαιοσύνην και οι Όσιοι Σου αγαλιάσσει  αγαλιάσσονται.

Χαίροις των Παρακοίλων βλαστός , και ο της Λέσβου διαπρύσιος κήρυκας, ο  Χάλκης πιών το νάμα , το ζωηρόν αθλητά, Πάφρας ποιμενάρχα Ιερώτατε, και  Ζήλων επίσκοπε θεαυγές και πανόσιε, τον σον ποδήρη πορφυρώσας τοις  αίμασι, τοις τιμίοις σου εν εσχάτοις τοις έτεσι. Πάτερ ημών Ευθύμιε εικών  γενναιότητος , χριστοηθείας ο γνώμων ο ακριβής τε και τέλειος, δι ου μαρτυρίου,  του φρικτού καλώς τελέσας , χαράν απείληφας.

Δοξα . Ηχος πλ.δ'
Βασανισμόν άγριον γενναίως υπομείναντα, υπό μαινομένου όχλου απίστων, Ιεράρχην Ζήλων Ευθύμιον ,ανυμνήσωμεν, ως πιστόν άχρι θανάτου, τον λαβόντα  τον στέφανον της ζωής θεόθεν. Όυτος γαρ την σημαίαν της πίστεως και του  έθνους μη υποστέλλων , νίκης τρόπαια έστησε περίλαμπρα, και Μάρτυς  γενόμενος πανάριστος , χάριν είληφε πρεσβεύειν υπέρ των ψυχών ημών.

Και νυν .Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τας δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης  ανάγκης και θλίψεως.

Νυν απολύεις ...Το τρισάγιον, Ότι σου εστίν η βασιλεία....
Απολυτίκιον Ήχος γ΄. Θείας πίστεως
Μέγαν μάρτυρα η Εκκλησία , μέγαν ήρωα η Μικρασία , τον της Πάφρας  υμνούμεν Ευθύμιον ,και γαρ γενναίως αθλήσας υπέμεινεν, υπέρ του Πόντου και  Πίστεως θάνατον, Ιεράρχου τε υπόδειγμα εαυτόν ανέδειξεν , τον στέφανον  λαβών τον αμαράντινον.

Δόξα Πατρί. Ήχος α΄. Της Ερήμου πολίτης.
Αθλητών σε το κλέος και της Πάφρας τον πρόεδρον , της Ορθοδοξίας  φρουρόν τε , σε τιμώμεν Ευθύμιε. Εδείχθης γαρ συ Πάτερ εν αυτή, πανάριστος  και άξιος σκοπός, υπέρ ποίμνης θυσιάσας ζωήν και βίον πανεύφημε. Δόξα τω  σε δοξάσαντι Χριστώ. Δόξα τω σε ενισχύσαντι. Δόξα τω αναδείξαντι ημίν  μάρτυρα μέγιστον.
Και νυν.
Του Γαβριήλ φθεγξαμένου σοι, Παρθένε τό Χαίρε, συν τη φωνή εσαρκούτο ο τών  ὅλων Δεσπότης, εν σοι τη αγία κιβωτω, ος εφη ο δίκαιος Δαυΐδ· εδείχθης πλατυτέρα   των ούρανών, βαστάσασα τον Κτίστην σου. Δόξα τω ενοικήσαντι εν σοί· δόξα τω  προελθόντι εκ σου· δόξα τω ελευθερώσαντι ημάς, διά του τόκου σου.
ΕΝ ΤΩ ΟΡΘΡΩ
Εξάψαλμος ,’’Θεός Κύριος ‘’ ,τα Απολυτίκια ως εις τον Εσπερινόν.
Μετά δε την α΄ στιχολογίαν τα καθίσματα.
Ηχος δ΄ ταχυ προκαταλαβε.
Χριστώ ευηρεστησας και εμιμησω σοφε, σαυτόν ως καλός ποιμην υπερ  προβάτων τυθείς , ευθυμιε ενδοξε. Υβριν εχθρών αισχύνας , εις μαρτύριον ηχθης,  αιματι πορφυρώσας γην του Ποντου γενναίως. Διό και του στεφάνου τυχων  μακαριος γεγονας.
Δόξα Πατρί. Το αυτό.
Και νυν Θεοτοκιον (αυτομελον)
Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ  ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς  πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου
μόνε Φιλάνθρωπε.
Μετά την β΄ στιχολογίαν τα καθίσματα
Ηχος α΄. Τον τάφον Σου Σωτήρ.
Εν ύμνοις και ωδαίς , Παφρηνών Εκκλησία, συν πάσι τοις χοροίς ευσεβών  Μακεδόνων , τιμήσωμεν σήμερον ,Ιεράρχην Ευθύμιον, τον ποιμάναντα , καλώς  αυτής την αγέλην , την χριστώνυμον δε τρίβον ελευθερίας , αυτῇ υποδείξαντα.
Δόξα Πατρί. Το αυτό.
Και νυν Θεοτοκίον. Τον τάφον Σου Σωτήρ.
Απάλλαξον ημάς , περιστάσεως πάσης , και θλίψεων πολλών , τους πιστώς  ανυμνούντας , πληθύν θαυμασίων σου , υπερύμνητε Δέσποινα , αειπάρθενε , ευλογημένη Μαρία , η κυήσασα , υπερφυώς του Υψίστου , τον Λόγον τον Άναρχον.
Μετά τον Πολυέλεον
Ηχος γ’ Την ωραιότητα.
Λειμώνος βλάστημα το ευθαλέστατον, της Πάφρας Πρόεδρον σεβασμιώτατον  και Πόντου τον πανευκλεή Επίσκοπον γεγηθότες , πάντες ανυμνήσωμεν , Ιεράρχην  Ευθύμιον, τον λαβόντα στέφανον καλλινίκου αθλήσεως, εν χρόνοις τοις εσχάτοις  βοώντες, Χαίρε , κλεινέ Ιερομάρτυς.
Δόξα .Και Νυν. Θεοτοκίον.
Την σκοτισθείσαν μου ψυχήν καταύγασον , φωτί της χάριτος του θείου Τόκου  σου, αγνή Παρθένε , Μαριάμ, ελπίς των απηλπισμένων, και αχλύν απέλασον των  απείρων πταισμάτων μου , όπως εύρω έλεος εν τη ώρα της κρίσεως και πόθω ασιγήτως βοώ σοι. Χαίρε η Κεχαριτωμένη.
Τὸ α' Αντιφωνον του δ' Ηχου.
Προκείμενον ήχος δ'
Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στιχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
, Πασα πνοη
Ευαγγελιον, Κατα Ματθαίον Ματθ.ι΄16-22
Ο Ν’ ψαλμός
Δόξα .Ταις του Ιεράρχου ….
Και νυν . Ταις της Θεοτόκου…
Στιχ. Ελέησον με ο Θεός……
Ηχος πλ.Β ΄
Όσιε τρισμάκαρ αγιώτατε πατέρ, ο ποιμήν ο καλός και του αρχιποίμενος  Χριστού μαθητής, ο τυθείς την ψυχην υπέρ προβάτων, αυτός νυν , πανεύφημε  Ιεραρχα Ευθύμιε, αίτησαι πρεσβείαις σου , δωρηθήναι ημίν το μέγα έλεος.
Σώσον ο Θεός …
Ο Κανών
Ήχος δ΄
Ωδη α΄. Ανοίξω το στόμα μου.
Χριστού τον θεράποντα, της Εκκλησίας αγλάϊσμα, της Πάφρας τον πρόεδρον ,εθνομαρτύρων σεπτόν , ακριθίνιον , υμνήσωμεν πανδήμως, αυτού εξαιτούμενοι  ευχήν προς Κύριον.

Ευθύμιον μέλψωμεν , τον νέον Ιερομάρτυρα , Χριστού τον περίδοξον  ,Παφραίων τον νεαυγή, φάρον άσμασι και Πόντου Ιεράρχην , ως όντως  νεόσφακτον, πρόβατον πίστεως.

Ρανίσιν αιμάτων σου , της Αμασείας εφοίνιξας , την χθόνα Ευθύμιε, ήν των  μαρτύρων Χριστού , καθηγίασαν, εκ χρόνων Αποστόλων , αιμάτων τα ρεύματα ,Μάρτυς νεόαθλε.
Θεοτοκίον
Στενώσεων λύτρωσαι , και συμφορών , Μητροπάρθενε, τους σε μακαρίζοντας και  ανυμνούντας φαιδρώς , την ενάθλησιν του θείου Ευθυμίου , της Πάφρας  κοσμήσαντος , θρόνον τον πάνσεπτον.

Ωδη γ ΄. Τους σους υμνολόγους.
Ου παύομεν ύμνοις επαινούντες, Ευθύμιε σθένος σής ψυχής , δι ου σαυτόν  παρέδωκας, εις βάσανον κατώδυνον , και ευσθενές μαρτύριον , ιερομάρτυς  νεόαθλε.

Σεμνύνεται σου τη ποιμασία, η Πάφρα Ευθύμιε σοφέ ,και άπιστοι ελέγχονται, τοις οχετοις αιματων σου, εκγόνων Αγαρ συντριμμα και των δαιμονων  καταβρωμα.

Τομές σων μελών εν Μικρασία, παθών εν εσχάτοις τοις καιροίς, υπέστης ω  Ευθύμιε, εγεύσω και παρέδωκας , υπέρ αγνών προβάτων σου ,ψυχην σου θείαν εις θάνατον.

Θεοτοκίον
Ουράνωνσον φρόνημα σων δούλων , και νέκρωσον πάθη σαρκικά , των  ύμνοις ευφημούντων σε φαιδροίς Θεογεννήτρια, και Ευθυμίου σκάμματα, αινούντων ιερομάρτυρος.

Κάθισμα Μεσώδιον
Ήχος δ΄.Επεφάνης σήμερον.
Ευθυμίου σήμερον μνήμην τελούντες , ιεράρχου Πάφρας τε και Αμασείας του κλεινού , την παρρησίαν ζηλώσωμεν και την ανδρείαν, τω πνεύματι ζέοντες.
Δοξα.και νυν. Θεοτοκιον όμοιον.
Παναγία Δέσποινα Μήτηρ Κυρίου, και ημών μεσίτρια , παρά Χριστώ τω  λυτρωτή, τη μητρική παρρησία σου, χρήσαι και ρύσαι, τους δούλους σου Άχραντε.

Ωδη στ΄ Την θείαν ταύτην και πάντιμον.
Σταυρόν Χριστού θεασάμενος, την κένωσιν Αυτού μιμησάμενος , πάτερ  Ευθύμιε, προς δε θυσίαν ελκόμενος, συν τοις αγίοις ώφθης συναυλιζόμενος.  

Αγίων πόνοις συμμέτοχος, φρικτώ βασανισμώ τετελείωσαι, Πάφρας ο  πρόεδρος, υπέρ Χριστού κακουχούμενος, και τη πατρίδι θύμα σεπτόν γενόμενος.

Ιδού Παφραίων οι έκγονοι, λαού ηγαπημένου σοι άγιε, Πάτερ Ευθύμιε, μνήμην σου νυν μακαρίζουσιν, τας εαυτών δεήσεις , σοι αναθέμενοι.
Θεοτοκίον
Ναός και πύλη υπάρχουσα, αεί η αδιόδευτος μείνασα, χαίρε Πανάχραντε, του  Θεού Λόγου παλάτιον, και των πιστών απάντων το καταφύγιον.

Κοντάκιον. Ηχος πλ.δ΄ Τη Υπερμάχω.
Τον Ιεράρχην του Χριστού τον γενναιότατον , της Αμασείας και της Πάφρας  σεπτόν πρόεδρον ανυμνήσωμεν πανδήμως εν εκκλησίαις, τον Χριστού  ιερομάρτυρα τον ένδοξον και του Γένους εθνομάρτυρα τον πάντιμον, ανακράζοντες , Χαίροις Πάτερ Ευθύμιε.
Ο Οίκος
Άγγελε της εν Πάφρα Εκκλησίας φωσφόρε
Ευθύμιε , νεόαθλε μάκαρ,ο ποιμήν της Εκκλησίας καλός,
ο τυθείς ψυχήν σου υπέρ της ποίμνης σου, μη παύση ιλεούμενος
Χριστόν ημίν τοις σοι βοώσι.
Χαίρε, βλάστημα γής αγίας
Χαίρε, κλέ'ι'σμα Εκκλησίας
Χαίρε , Παφρηνών ο γενναίος Επίσκοπος
Χαίρε , ευσεβών ορθοδόξων υπέρμαχος
Χαίρε , οτι καθηγίασας Πάφραν αίμασι τοις σοίς
Χαίρε, οτι εμεγάλυνας πίστιν άθλοις σου σεπτοίς
Χαίρε , ιεραρχίας σην στολήν πορφυρώσας
Χαίρε , της ευσεβείας την ισχύν καταδείξας
Χαίρε ποιμήν προβάτων ο άριστος
Χαίρε, λιμήν ναυτίλων ο εύδιος,
Χαίρε , Χριστού ιερώτατον θύμα,
Χαίρε , των υιών της Άγαρ το πήμα,
Χαίροις, μάκαρ Ευθύμιε
Και αναγιγνώσκεται το Μηνολόγιον της ημέρας, είτα λέγομεν.
Τη αυτή ημέρα μνήμην του αγίου ενδόξου νέου Ιερομάρτυρος Ευθυμίου
Επισκοπου Ζηλων Παφρας του απο Λεσβου.
Στίχοι
Υπέρ σης ποίμνης ,Ευθύμιε , ετύθης
Πάφρας και Ζήλων ιερομύστα ,άρτι.

Ο νέος ούτος της Εκκλησίας ιερομάρτυς, εγεννήθη εν Παρακοίλοις Καλλονής  της νήσου Λέσβου το σωτήριον έτος 1872, κατά κόσμον ωνομάζετο Ευστράτιος  τουπίκλην Αγριτέλης, εφοίτησεν εις την Σχολήν της Μονής Λειμώνος , ένθα προδιετέλεσεν δόκιμος και εν συνεχεία εκάρη μοναχός.
Μετά δε την αποφοίτησιν εκ της Θεολογικής Σχολής της Χάλκης ,
επανελθών εις Λέσβον εχρημάτισεν αυτόθι ιεροκήρυξ και Σχολάρχης (Λειμώνος) και πρωτοσύγκελος Μηθύμνης, ίνα ακολουθήση εν συνεχεία τον Λέσβιον  Μητροπολίτην Γερμανόν Καραβαγγγέλην ως γενικός αρχιερατικός αυτού  επίτροπος , εις την Μητρόπολιν Αμασείας και προήχθη εις βοηθόν αυτού Επίσκοπον υπό τον τίτλον της πάλαι ποτέ διαλαμψάσης Επισκοπής Ζήλων.
Ουτος ανέπτυξεν σπουδαίαν δράσιν εκκλησιαστικήν τε και εθνικήν , συλληφθείς  δε διά την τελευταίαν εφυλακίσθη εν τη φυλακή Σούγια Αμασείας όπου και  εβασανίσθη αγρίως.
Εν φυλακή διατελών το Πάσχα του 1921 μετέδιδεν εις τους κρατουμένους ,μετά του πασχαλίου χαιρετισμού και το μήνυμα της εθνικής αναστάσεως  ,διόπερ υφίστατο καθημερινώς επί τεσσάρακοντα και μίαν (41) ημέρας  πολυώδυνα μαρτύρια, εξ ων υπέκυψεν εις τον θάνατον τη 29η Μαίου 1921.
Τας τελευταίας ημέρας , έψαλλεν μόνος του την Παράκλησιν προς την  Υπεραγίαν Θεοτόκον και την Νεκρώσιμον Ακολουθίαν υπέρ εαυτού.
Τέλος δε εν μέσω αγρίων βασανισμών και υποψάλλλων το ΄΄Χριστός
Ανέστη΄΄ εξέψυξεν και μετέστη προς Κύριον ως εθνομάρτυς και ιερομάρτυς.
Οι βασανισταί αυτού σφόδρα επιθυμούντες όπως εξαλείψωσιν παντελώς  πάσαν φυσικήν παρουσίαν του ιερομάρτυρος, έρριψαν το τίμιον λείψανον του εις  τον χώρον των απορριμμάτων της φυλακής της Σούγιας , είτα δε χριστιανοί  περισυλλέξαντες αυτό προέβησαν εις την ταφήν του κρυφίως και με πάσαν  προφύλαξιν ,εις τον προαύλιον χώρον του ιερού ναού της Αγίας Τριάδος
Αμασείας.
Ταις αυτού αγίαις πρεσβείαις ,Χριστέ ο Θεός , ελέησον και σώσον ημάς .Αμήν.

Εξαποστειλάριον
Ήχος β΄Γυναίκες ακουτισθητε.
Παφραίων θείον δώρημα και ιερόν καλλώπισμα, δι΄ όν σεμνύνεται Πόντος  συν πάση τη Εκκλησία Χριστού , σεμνέ Ευθύμιε, ιεροφάντωρ άριστε, ο υπέρ των προβάτων σου ψυχήν προκρίνας τυθήναι σού την αγίαν εκθύμως.

Ήχος γ΄ Ο ουρανόν τοις άστροις.
Της εκκλησίας ποιμένα, του Γένους μάρτυρα πιστόν, και αμφοτέρων το κλέος , τοις άθλοις αναδειχθέντα, Ευθύμιον  ανυμνούμεν, ηγιασμένον ειδότες.

Θεοτοκίον. ΄'Ομοιον.
Ο γλυκασμός των αγγέλων , των θλιβομένων η χαρά , χριστιανών η προστάτις, Παρθένε μήτηρ Κυρίου, αντιλαβού μου και ρύσαι των αιωνίων βασάνων.

Εις τους Αίνους
Ηχος β΄. Ότε εκ του ξύλου .
Δεύτε των Παφραίων οι βλαστοί, συν των ορθοδόξων οι δήμοι , ενί τω στόματι  , μάρτυρα υμνήσωμεν και ιεράρχην Χριστού, τον Ευθύμιον άσμασι, της Πάφρας  ποιμένα, πίστει και πατρίδι τε ψυχήν τυθέντα αυτού, άχρι δε θανάτου παθόντα ,στέφανον της δόξης λαβόντα, παρά του Σωτήρος των ψυχών ημών.(δις)

Ποίμνης των προβάτων προεστώς , λύκων επελθόντων αγρίως αρπάσαι ταύτην  εκ σου, ώφθης ως καλός ποιμήν προκινδυνεύων στερρώς, εθελόθυτον θύμα γαρ ,σαυτόν παρεδίδως , άγιε Ευθύμιε, Χριστού θεράπον πιστέ, και τελειωθείς μαρτυρίω, νυν εν ουρανώ συναυλίζει, εν σκηναίς δικαίων παναοίδιμε.

Ότε των αθέων η πληθύς, εξηγριωμένη , λυσσώσα σε τον αθώον αμνόν, έσυρε  Ευθύμιε προς το μαρτύριον, το δεινόν και επώδυνον, εθαύμασαν πάντες, ψύχραιμον  σου φρόνημα άμα και ένθεον , τότε ,ουρανός σε εδέχθη ,χαίρων και βοών σοι  παμμάκαρ, εύγε αγαθέ δούλε και τίμιε.

Δόξα Πατρί. Ήχος πλ.δ΄.
Τον μάρτυρα της πίστεως και αθλητήν Ευθύμιον , Πάφρας κλέος ,
ευφημήσωμεν. Ούτος γαρ, των θρεμμάτων της Εκκλησίας εξάρχει, και θείον όπλον  του Σταυρού εν ταις χερσί διακρατών, Λόγου Θεού δε χαλών το δίκτυον  ,επισυνάγει τον λαόν και καταρτίζει εν Χριστώ, προσκαρτερείν εν υπομονή ,κατ΄ελπίδα ζωής ακαταλύτου . Συν τη χορεία ούν των συμμαρτύρων, αυτόν  ανυμνήσωμεν , ποιμένων και προβάτων χριστολέκτου Πόντου Μικρασίας τε, αεί τω
Χριστώ πρεσβευόντων υπέρ ημών των λιταζόντων αυτούς.
Και νυν . Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τας δεήσεις των δούλων σου και λύτρωσαι ημάς από  πάσης ανάγκης και θλίψεως.
Δοξολογια Μεγαλη.
ΕΝ ΤΗ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
Τα τυπικα.
Εις τους μακαρισμούς ψάλλομεν δ΄εκ της οκτωήχου και η γ΄και στ΄ωδή εκ του
κανόνος του ιερομάρτυρος.
Απόστολος Πρὸς Ἐβραίους Ἐπιστολὴ Παύλου: Ἀδελφοὶ, τοιοῦτος ἡμῖν ἔπρεπεν  Ἀρχιερεὺς,Ὅσιος,ἄκακος,ἀμίαντος...[Ὅρα 13/11].
και Ευαγγέλιον Ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς, ὑμεῖς
ἐστὲ τὸ φῶς τοῦ κόσμου...[Ὅρα 30/1].
Κατά την σύνταξιν της παρούσης Ασματικής Ακολουθίας ελήφθησαν υπόψη τα παρακάτω έργα :
1. Ασματικη Ακολουθία του Αγίου Ιερομάρτυρος Χρυσοστόμου Μητροπολίτου  Σμύρνης (+1922), Νικοδήμου Βαλληνδρά Μητροπολίτου Πατρών,Έκδοσις Ι.Μ.Νέας
Σμύρνης 1995.

2. Ακολουθια του Αγίου Ενδόξου Νέου Ιερομάρτυρος Χρυσοστόμου
Μητροπολίτου Σμύρνης του από Δράμας,Δρος Χαραλάμπους Μπούσια,Έκδοσις Ι.Μ.Δράμας 2012.

ΔΡΑΜΑ 19 ΜΑΡ 2018
ΑΝΤΩΝΙΟΣ Π. ΠΑΡΑΣΚΕΥΟΠΟΥΛΟΣ
ΙΕΡΟΨΑΛΤΗΣ Ι.Ν.ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ
ΝΕΑΣ ΜΠΑΦΡΑΣ ΣΕΡΡΩΝ.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου