Πρεσβείαν κεκτημένη Σὺ ἀκοίμητον
τὰ πάθη τῆς ψυχῆς μου κατακοίμισον,
Σαῖς μεσιτείαις ἱεραῖς, Πανάχραντε,
καὶ νῆψιν πρὸς λατρείαν θείαν δώρησαι.

Σὲ προστασίαν οἱ πιστοὶ κεκτήμεθα,
Παρθένε Παναγία, μεταποίησον
εἰς χαρμονὴν τὴν λύπην καὶ κατήφειαν
καὶ θλίψεως Σὺ ρῦσαι τῆς εἰς θάνατον.

Τὴν ἰοβόλοις φαρμαχθεῖσαν δήγμασι
ψυχήν μου τὴν δεινῶς, Παρθένε, πάσχουσαν
Σῶν πρεσβειῶν φαρμάκῳ Σὺ θεράπευσον
καὶ εἰς τελείαν ρῶσιν ἀνακάλεσον.

Τὸν τῆς ψυχῆς μου κλύδωνα κατεύνασον
ταῖς πρὸς Θεόν, Παρθένε, ἱκεσίαις Σου,
ἐπαναστάσεις δὲ παθῶν μου κοίμισον
τῇ Σῇ ἀγρύπνῳ πρὸς Θεὸν δεήσει Σου.

Φωτὸς νεφέλη, ζόφῳ σκοτισθέντα με
φωτί Σου τὴν ψυχήν μου φωταγώγησον
καὶ τῶν κακῶν τὰ νέφη Σὺ διάλυσον
καὶ φωτεινόν, Παρθένε, μὲ ἀνάδειξον.

Ρῦσαι ἡμᾶς τῶν ἀναγκῶν, Θεόνυμφε,
Μήτηρ ὑπεραγία τοῦ Θεοῦ ἡμῶν,
ἵνα σωθέντες πάντες μακαρίζωμεν·
χαῖρε ἡ προστασία τῶν ψυχῶν ἡμῶν.

(Ἁγίου Νεκταρίου, «Θεοτοκάριον»)

ΑΡΧΙΚΗ » ΑΡΘΡΑ » Η ΦΩΝΗ ΤΩΝ ΠΑΤΕΡΩΝ » ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ: ΥΜΝΟΣ ΡΘ΄ ΕΙΣ ΤΗΝ ΘΕΡΜΗΝ ΠΡΕΣΒΕΙΑΝ ΤΗΝ ΠΑΡΘΕΝΟΝ ΜΑΡΙΑΝ